Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου.
- —περὶ δὲ δεσμὰ καὶ πολύβροχʼ ἁμμάτων
- ἐρείσμαθʼ Ἡράκλειον
- ἀμφὶ δέμας τάδε λαΐνοις
- ἀνημμένα κίοσιν οἴκων.
- —ὁ δʼ ὥς τις ὄρνις ἄπτερον καταστένων
- ὠδῖνα τέκνων, πρέσβυς ὑστέρῳ ποδὶ
- πικρὰν διώκων ἤλυσιν πάρεσθʼ ὅδε.
- Καδμεῖοι γέροντες, οὐ σῖγα σῖ-
- γα τὸν ὕπνῳ παρειμένον ἐάσετʼ ἐκ-
- λαθέσθαι κακῶν;
- κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶ
- τέκεα καὶ τὸ καλλίνικον κάρα.
- ἑκαστέρω πρόβατε, μὴ
- κτυπεῖτε, μὴ βοᾶτε, μὴ
- τὸν εὔδιʼ ἰαύονθʼ
- ὑπνώδεά τʼ εὐνᾶς
- ἐγείρετε.
- οἴμοι.
- φόνος ὅσος ὅδʼ ---
- ἆ ἆ,
- διά μʼ ὀλεῖτε.
- κεχυμένος ἐπαντέλλει.
- οὐκ ἀτρεμαῖα θρῆνον αἰ-
- άξετʼ, ὦ γέροντες;
- ἢ δέσμʼ ἀνεγειρόμενος χαλάσας ἀπολεῖ πόλιν,