The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις.
- τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ ---
- ἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις;
- ναί· τοὺς δέ γʼ ἄλλους πάντας ἐν μιᾷ πυρᾷ.
- ποῦ δῆτα θήσεις μνῆμα τῷδε χωρίσας;
- αὐτοῦ παρʼ οἴκους τούσδε συμπήξας τάφον.
- οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος.
- ἡμῖν δέ γʼ οἵδε· στειχέτω δʼ ἄχθη νεκρῶν.
- ἴτʼ, ὦ τάλαιναι μητέρες, τέκνων πέλας.
- ἥκιστʼ, Ἄδραστε, τοῦτο πρόσφορον λέγεις.
- πῶς; τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων;
- ὄλοιντʼ ἰδοῦσαι τούσδʼ ἂν ἠλλοιωμένους.
- πικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν.
- τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις;