The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἔτρεφον, ἔφερον ὑφʼ ἥπατος
  2. πόνους ἐνεγκοῦσʼ ἐν ὠδῖσι· καὶ
  3. νῦν Ἅιδας τὸν ἐμὸν
  4. ἔχει μόχθον ἀθλίας,
  5. ἐγὼ δὲ γηροβοσκὸν οὐκ ἔχω, τεκοῦσʼ
  6. ἁ τάλαινα παῖδα.
Θησεύς
  1. καὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκον
  2. θεοὶ ζῶντʼ ἀναρπάσαντες ἐς μυχοὺς χθονὸς
  3. αὐτοῖς τεθρίπποις εὐλογοῦσιν ἐμφανῶς·
  4. τὸν Οἰδίπου τε παῖδα, Πολυνείκην λέγω,
  5. ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθʼ ἄν.
  6. ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλιν
  7. φυγῇ πρὸς Ἄργος διαβαλεῖν αὐθαίρετος.
  8. ἀλλʼ οἶσθʼ ὃ δρᾶσαι βούλομαι τούτων πέρι;