The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. αὐτός θʼ ὅπλισμα τοὐπιδαύριον λαβὼν
  2. δεινῆς κορύνης διαφέρων ἐσφενδόνα
  3. ὁμοῦ τραχήλους κἀπικείμενον κάρα,
  4. κυνέας θερίζων κἀποκαυλίζων ξύλῳ.
  5. μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα.
  6. ἐγὼ δʼ ἀνηλάλαξα κἀνωρχησάμην
  7. κἄκρουσα χεῖρας. οἳ δʼ ἔτεινον ἐς πύλας.
  8. βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιν
  9. νέων γερόντων, ἱερά τʼ ἐξεπίμπλασαν
  10. φόβῳ. παρὸν δὲ τειχέων ἔσω μολεῖν,
  11. Θησεὺς ἐπέσχεν· οὐ γὰρ ὡς πέρσων πόλιν
  12. μολεῖν ἔφασκεν, ἀλλʼ ἀπαιτήσων νεκρούς.
  13. τοιόνδε τὸν στρατηγὸν αἱρεῖσθαι χρεών,
  14. ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμος
  15. μισεῖ θʼ ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς
  16. ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα
  17. ζητῶν ἀπώλεσʼ ὄλβον ᾧ χρῆσθαι παρῆν.
Χορός
  1. νῦν τήνδʼ ἄελπτον ἡμέραν ἰδοῦσʼ ἐγὼ
  2. θεοὺς νομίζω, καὶ δοκῶ τῆς συμφορᾶς
  3. ἔχειν ἔλασσον, τῶνδε τεισάντων δίκην.