The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. νικῶντα δʼ ἵπποις ὡς ὑπείδετο στρατὸν
  2. Κρέων τὸν ἐνθένδʼ, ἰτέαν λαβὼν χερὶ
  3. χωρεῖ, πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν.
  4. καὶ συμπατάξαντες μέσον πάντα στρατὸν
  5. ἔκτεινον ἐκτείνοντο, καὶ παρηγγύων
  6. κελευσμὸν ἀλλήλοισι σὺν πολλῇ βοῇ·
  7. Θεῖνʼ· ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ.
  8. καὶ μὴν τὰ Θησέως γʼ οὐκ ὄκνῳ διεφθάρη,
  9. ἀλλʼ ἵετʼ εὐθὺς λάμπρʼ ἀναρπάσας ὅπλα·
  10. λόχος δʼ ὀδόντων ὄφεος ἐξηνδρωμένος
  11. δεινὸς παλαιστὴς ἦν· ἔκλινε γὰρ κέρας
  12. τὸ λαιὸν ἡμῶν· δεξιοῦ δʼ ἡσσώμενον
  13. φεύγει τὸ κείνων· ἦν δʼ ἀγὼν ἰσόρροπος.
  14. κἀν τῷδε τὸν στρατηγὸν αἰνέσαι παρῆν·
  15. οὐ γὰρ τὸ νικῶν τοῦτʼ ἐκέρδαινεν μόνον,
  16. ἀλλʼ ᾤχετʼ ἐς τὸ κάμνον οἰκείου στρατοῦ.
  17. ἔρρηξε δʼ αὐδήν, ὥσθʼ ὑπηχῆσαι χθόνα·
  18. Ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυ
  19. σπαρτῶν τόδʼ ἀνδρῶν, οἴχεται τὰ Παλλάδος.
  20. θάρσος δʼ ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῷ.