The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- θάψαι δὸς ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν.
- ἢ δῆλα τἀνθένδʼ· εἶμι καὶ θάψω βίᾳ.
- οὐ γάρ ποτʼ εἰς Ἕλληνας ἐξοισθήσεται
- ὡς εἰς ἔμʼ ἐλθὼν καὶ πόλιν Πανδίονος
- νόμος παλαιὸς δαιμόνων διεφθάρη.
- θάρσει· τὸ γάρ τοι τῆς Δίκης σῴζων φάος
- πολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους.
- βούλῃ συνάψω μῦθον ἐν βραχεῖ σέθεν;
- λέγʼ, εἴ τι βούλῃ· καὶ γὰρ οὐ σιγηλὸς εἶ.
- οὐκ ἄν ποτʼ ἐκ γῆς παῖδας Ἀργείων λάβοις.
- κἀμοῦ νυν ἀντάκουσον, εἰ βούλῃ, πάλιν.
- κλύοιμʼ ἄν· οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος.
- θάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας.
- ἐν ἀσπίσιν σοι πρῶτα κινδυνευτέον.