The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ταφέντες ὑμῶν; ἢ τέκνʼ ἐν μυχῷ χθονὸς
  2. φύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία;
  3. σκαιόν γε τἀνάλωμα τῆς γλώσσης τόδε,
  4. φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι.
  5. ἀλλʼ, ὦ μάταιοι, γνῶτε τἀνθρώπων κακά·
  6. παλαίσμαθʼ ἡμῶν ὁ βίος· εὐτυχοῦσι δὲ
  7. οἳ μὲν τάχʼ, οἳ δʼ ἐσαῦθις, οἳ δʼ ἤδη βροτῶν,
  8. τρυφᾷ δʼ ὁ δαίμων· πρός τε γὰρ τοῦ δυστυχοῦς,
  9. ὡς εὐτυχήσῃ, τίμιος γεραίρεται,
  10. ὅ τʼ ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖν
  11. ὑψηλὸν αἴρει. γνόντας οὖν χρεὼν τάδε
  12. ἀδικουμένους τε μέτρια μὴ θυμῷ φέρειν
  13. ἀδικεῖν τε τοιαῦθʼ οἷα μὴ βλάψαι πόλιν.
  14. πῶς οὖν ἂν εἴη; τοὺς ὀλωλότας νεκροὺς