The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δάκρυα δʼ ἑτοιμάζουσι; μὴ ζῴην ἔτι,
  2. εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται.
  3. καὶ ταῦτα μὲν δὴ πρὸς τὰ σὰ ἐξηκόντισα.
  4. ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος;
  5. κλαίων γʼ ἂν ἦλθες, εἴ σε μὴ ῎πεμψεν πόλις,
  6. περισσὰ φωνῶν· τὸν γὰρ ἄγγελον χρεὼν
  7. λέξανθʼ ὅσʼ ἂν τάξῃ τις ὡς τάχος πάλιν
  8. χωρεῖν. τὸ λοιπὸν δʼ εἰς ἐμὴν πόλιν Κρέων
  9. ἧσσον λάλον σου πεμπέτω τινʼ ἄγγελον.
Χορός
  1. φεῦ φεῦ· κακοῖσιν ὡς ὅταν δαίμων διδῷ
  2. καλῶς, ὑβρίζουσʼ ὡς ἀεὶ πράξοντες εὖ.
Κῆρυξ
  1. λέγοιμʼ ἂν ἤδη. τῶν μὲν ἠγωνισμένων
  2. σοὶ μὲν δοκείτω ταῦτʼ, ἐμοὶ δὲ τἀντία.
  3. ἐγὼ δʼ ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼς
  4. Ἄδραστον ἐς γῆν τήνδε μὴ παριέναι·
  5. εἰ δʼ ἔστιν ἐν γῇ, πρὶν θεοῦ δῦναι σέλας,
  6. λύσαντα σεμνὰ στεμμάτων μυστήρια
  7. τῆσδʼ ἐξελαύνειν, μηδʼ ἀναιρεῖσθαι νεκροὺς
  8. βίᾳ, προσήκοντʼ οὐδὲν Ἀργείων πόλει.
  9. κἂν μὲν πίθῃ μοι, κυμάτων ἄτερ πόλιν