The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὁ πλούσιός τε τὴν δίκην ἴσην ἔχει,
  2. ἔστιν δʼ ἐνισπεῖν τοῖσιν ἀσθενεστέροις
  3. τὸν εὐτυχοῦντα ταὔθʼ, ὅταν κλύῃ κακῶς,
  4. νικᾷ δʼ ὁ μείων τὸν μέγαν δίκαιʼ ἔχων.
  5. τοὐλεύθερον δʼ ἐκεῖνο· Τίς θέλει πόλει
  6. χρηστόν τι βούλευμʼ ἐς μέσον φέρειν ἔχων;
  7. καὶ ταῦθʼ ὁ χρῄζων λαμπρός ἐσθʼ, ὁ μὴ θέλων
  8. σιγᾷ. τί τούτων ἔστʼ ἰσαίτερον πόλει;
  9. καὶ μὴν ὅπου γε δῆμος αὐθέντης χθονός,
  10. ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις·
  11. ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε,
  12. καὶ τοὺς ἀρίστους οὕς τʼ ἂν ἡγῆται φρονεῖν
  13. κτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι.
  14. πῶς οὖν ἔτʼ ἂν γένοιτʼ ἂν ἰσχυρὰ πόλις,
  15. ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυν
  16. τόλμας ἀφαιρῇ κἀπολωτίζῃ νέους;
  17. κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοις
  18. ὡς τῷ τυράννῳ πλείονʼ ἐκμοχθῇ βίον;
  19. ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς,
  20. τερπνὰς τυράννοις ἡδονάς, ὅταν θέλῃ,