The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. αἱ δʼ ἥσυχοι σκοτεινὰ πράσσουσαι πόλεις
  2. σκοτεινὰ καὶ βλέπουσιν εὐλαβούμεναι.
  3. οὐκ εἶ νεκροῖσι καὶ γυναιξὶν ἀθλίαις
  4. προσωφελήσων, ὦ τέκνον, κεχρημέναις;
  5. ὡς οὔτε ταρβῶ σὺν δίκῃ σʼ ὁρμώμενον,
  6. Κάδμου θʼ ὁρῶσα λαὸν εὖ πεπραγότα,
  7. ἔτʼ αὐτὸν ἄλλα βλήματʼ ἐν κύβοις βαλεῖν
  8. πέποιθʼ· ὁ γὰρ θεὸς πάντʼ ἀναστρέφει πάλιν.
Χορός
  1. ὦ φιλτάτη μοι, τῷδέ τʼ εἴρηκας καλῶς
  2. κἀμοί· διπλοῦν δὲ χάρμα γίγνεται τόδε.
Θησεύς
  1. ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοι
  2. ὀρθῶς ἔχουσʼ ἐς τόνδε, κἀπεφηνάμην
  3. γνώμην ὑφʼ οἵων ἐσφάλη βουλευμάτων·
  4. ὁρῶ δὲ κἀγὼ ταῦθʼ ἅπερ με νουθετεῖς,