The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐς τήνδʼ ἀνάγκην σῇ καταστῆσαι χερί,
  2. νόμιμά τε πάσης συγχέοντας Ἑλλάδος
  3. παῦσαι· τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλεις
  4. τοῦτʼ ἔσθʼ, ὅταν τις τοὺς νόμους σῴζῃ καλῶς.
  5. ἐρεῖ δὲ δή τις ὡς ἀνανδρίᾳ χερῶν,
  6. πόλει παρόν σοι στέφανον εὐκλείας λαβεῖν,
  7. δείσας ἀπέστης, καὶ συὸς μὲν ἀγρίου
  8. ἀγῶνος ἥψω φαῦλον ἀθλήσας πόνον,
  9. οὗ δʼ ἐς κράνος βλέψαντα καὶ λόγχης ἀκμὴν
  10. χρῆν ἐκπονῆσαι, δειλὸς ὢν ἐφηυρέθης.
  11. μὴ δῆτʼ ἐμός γʼ ὤν, ὦ τέκνον, δράσῃς τάδε.
  12. ὁρᾷς, ἄβουλος ὡς κεκερτομημένη
  13. τοῖς κερτομοῦσι γοργὸν ὄμμʼ ἀναβλέπει
  14. σὴ πατρίς; ἐν γὰρ τοῖς πόνοισιν αὔξεται·