The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὅς μʼ ἐξοτρύνει παῖδʼ ἐμὸν πεῖσαι λιταῖς
- νεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸς
- ῥώμῃ γενέσθαι καὶ τάφου μεταίτιον,
- μόνον τόδʼ ἔργον προστιθεὶς ἐμῷ τέκνῳ
- πόλει τʼ Ἀθηνῶν. τυγχάνω δʼ ὑπὲρ χθονὸς
- ἀρότου προθύουσʼ, ἐκ δόμων ἐλθοῦσʼ ἐμῶν
- πρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται
- φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς.