The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- γαμβρῷ. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ
- θάψαι θελουσῶν τῶνδε μητέρων χθονὶ
- εἴργουσιν οἱ κρατοῦντες οὐδʼ ἀναίρεσιν
- δοῦναι θέλουσι, νόμιμʼ ἀτίζοντες θεῶν.
- κοινὸν δὲ φόρτον ταῖσδʼ ἔχων χρείας ἐμῆς
- Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε
- κεῖται, τό τʼ ἔγχος τήν τε δυστυχεστάτην
- στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων·