The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τοῖς τοῦ νοσοῦντος πήμασιν διώλεσε
- τὸν συννοσοῦντα κοὐδὲν ἠδικηκότα.
- ἐς δὲ στρατείαν πάντας Ἀργείους ἄγων,
- μάντεων λεγόντων θέσφατʼ, εἶτʼ ἀτιμάσας
- βίᾳ παρελθὼν θεοὺς ἀπώλεσας πόλιν,
- νέοις παραχθείς, οἵτινες τιμώμενοι
- χαίρουσι πολέμους τʼ αὐξάνουσʼ ἄνευ δίκης,
- φθείροντες ἀστούς, ὁ μὲν ὅπως στρατηλατῇ,
- ὁ δʼ ὡς ὑβρίζῃ δύναμιν ἐς χεῖρας λαβών,
- ἄλλος δὲ κέρδους οὕνεκʼ, οὐκ ἀποσκοπῶν
- τὸ πλῆθος εἴ τι βλάπτεται πάσχον τάδε.
- τρεῖς γὰρ πολιτῶν μερίδες· οἳ μὲν ὄλβιοι
- ἀνωφελεῖς τε πλειόνων τʼ ἐρῶσʼ ἀεί·
- οἳ δʼ οὐκ ἔχοντες καὶ σπανίζοντες βίου