The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. μάντεις προσημαίνουσιν οἰωνῶν τʼ ἄπο.
  2. ἆρʼ οὐ τρυφῶμεν θεοῦ κατασκευὴν βίῳ
  3. δόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε;
  4. ἀλλʼ ἡ φρόνησις τοῦ θεοῦ μεῖζον σθένειν
  5. ζητεῖ, τὸ γαῦρον δʼ ἐν φρεσὶν κεκτημένοι
  6. δοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι.
  7. ἧς καὶ σὺ φαίνῃ δεκάδος, οὐ σοφὸς γεγώς,
  8. ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶς
  9. ξένοισιν ὧδʼ ἔδωκας ὡς ζώντων θεῶν,
  10. λαμπρὸν δὲ θολερῷ δῶμα συμμείξας τὸ σὸν
  11. ἥλκωσας οἴκους· χρῆν γὰρ οὐδὲ σώματα
  12. ἄδικα δικαίοις τὸν σοφὸν συμμιγνύναι,
  13. εὐδαιμονοῦντας δʼ ἐς δόμους κτᾶσθαι φίλους.
  14. κοινὰς γὰρ ὁ θεὸς τὰς τύχας ἡγούμενος