The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη,
  2. πρεσβεύματʼ οὐ Δήμητρος ἐς μυστήρια,
  3. ἀλλʼ ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν
  4. κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν.
  5. σοφὸν δὲ πενίαν τʼ εἰσορᾶν τὸν ὄλβιον,
  6. πένητά τʼ εἰς τοὺς πλουσίους ἀποβλέπειν
  7. ζηλοῦνθʼ, ἵνʼ αὐτὸν χρημάτων ἔρως ἔχῃ,
  8. τά τʼ οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδοικέναι.