The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχω
  2. πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί,
  3. πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος·
  4. ὅμως δʼ ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς.
  5. σῶσον νεκρούς μοι, τἀμά τʼ οἰκτίρας κακὰ
  6. καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων,
  7. αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν,
  8. ἐλθεῖν δʼ ἔτλησαν δεῦρο καὶ ξένον πόδα