The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Τυδεὺς μάχην ξυνῆψε Πολυνείκης θʼ ἅμα.
Θησεύς
  1. ἦ τοῖσδʼ ἔδωκας θηρσὶν ὣς κόρας σέθεν;
Ἄδραστος
  1. μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας.
Θησεύς
  1. ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθʼ ὅρους;
Ἄδραστος
  1. Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός.
Θησεύς
  1. ὁ δʼ Οἰδίπου τί, τίνι τρόπῳ Θήβας λιπών;
Ἄδραστος
  1. ἀραῖς πατρῴαις, μὴ κασίγνητον κτάνοι.
Θησεύς
  1. σοφήν γʼ ἔλεξας τήνδʼ ἑκούσιον φυγήν.
Ἄδραστος
  1. ἀλλʼ οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν.
Θησεύς
  1. οὔ πού σφʼ ἀδελφὸς χρημάτων νοσφίζεται;
Ἄδραστος
  1. ταύτῃ δικάζων ἦλθον· εἶτʼ ἀπωλόμην.
Θησεύς
  1. μάντεις δʼ ἐπῆλθες ἐμπύρων τʼ εἶδες φλόγα;
Ἄδραστος
  1. οἴμοι; διώκεις μʼ ᾗ μάλιστʼ ἐγὼ ʼσφάλην.
Θησεύς
  1. οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίᾳ θεῶν.