The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πάντες σʼ ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς.
Θησεύς
  1. ἐκ τοῦ δʼ ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους;
Ἄδραστος
  1. δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν.
Θησεύς
  1. τῷ δʼ ἐξέδωκας παῖδας Ἀργείων σέθεν;
Ἄδραστος
  1. οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις.
Θησεύς
  1. ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας;
Ἄδραστος
  1. Τυδεῖ γε Πολυνείκει τε τῷ Θηβαιγενεῖ.
Θησεύς
  1. τίνʼ εἰς ἔρωτα τῆσδε κηδείας μολών;
Ἄδραστος
  1. Φοίβου μʼ ὑπῆλθε δυστόπαστʼ αἰνίγματα.
Θησεύς
  1. τί δʼ εἶπʼ Ἀπόλλων παρθένοις κραίνων γάμον;
Ἄδραστος
  1. κάπρῳ με δοῦναι καὶ λέοντι παῖδʼ ἐμώ.
Θησεύς
  1. σὺ δʼ ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα;
Ἄδραστος
  1. ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας —
Θησεύς
  1. τίς καὶ τίς; εἰπέ· δύο γὰρ ἐξαυδᾷς ἅμα.