The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἆρʼ ἀσπιδοῦχος ἔτι ποτʼ ἀντιτάσσομαι
  2. σὸν φόνον — εἰ γὰρ γένοιτο — τεκνῶν;
Παῖδες
  1. — ἔτʼ ἂν θεοῦ θέλοντος ἔλθοι δίκα
  2. πατρῷος·
Χορός
  1. οὔπω κακὸν τόδʼ εὕδει.
  2. αἰαῖ γόων· ἅλις τύχας,
  3. ἅλις δʼ ἀλγέων ἐμοὶ πάρεστι.
Παῖδες
  1. — ἔτʼ Ἀσωποῦ με δέξεται γάνος
  2. χαλκέοις ἐν ὅπλοις Δαναϊδῶν στρατηλάταν,
  3. τοῦ φθιμένου πατρὸς ἐκδικαστάν.
Παῖδες
  1. — ἔτʼ εἰσορᾶν σε, πάτερ, ἐπʼ ὀμμάτων δοκῶ ---
Χορός
  1. — φίλον φίλημα παρὰ γένυν τιθέντα σόν.
Παῖδες
  1. — λόγων δὲ παρακέλευσμα σῶν
  2. ἀέρι φερόμενον οἴχεται.
Χορός
  1. — δυοῖν δʼ ἄχη, ματρί τʼ ἔλιπεν —
  2. σέ τʼ οὔποτʼ ἄλγη πατρῷα λείψει.
Παῖδες
  1. — ἔχω τοσόνδε βάρος ὅσον μʼ ἀπώλεσεν.
Χορός
  1. — φέρʼ, ἀμφὶ μαστὸν ὑποβάλω φίλαν σποδόν.
Παῖδες
  1. — ἔκλαυσα τόδε κλύων ἔπος
  2. στυγνότατον· ἔθιγέ μου φρενῶν.