The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. — ὦ τέκνον, ἔβας· οὐκέτι φίλον
  2. φίλας ἄγαλμʼ ὄψομαί σε ματρός.
Θησεύς
  1. Ἄδραστε καὶ γυναῖκες Ἀργεῖαι γένος,
  2. ὁρᾶτε παῖδας τούσδʼ ἔχοντας ἐν χεροῖν
  3. πατέρων ἀρίστων σώμαθʼ ὧν ἀνειλόμην·
  4. τούτοις ἐγώ σφε καὶ πόλις δωρούμεθα.
  5. ὑμᾶς δὲ τῶνδε χρὴ χάριν μεμνημένους
  6. σῴζειν, ὁρῶντας ὧν ἐκύρσατʼ ἐξ ἐμοῦ,
  7. παισίν θʼ ὑπειπεῖν τούσδε τοὺς αὐτοὺς λόγους,
  8. τιμᾶν πόλιν τήνδʼ, ἐκ τέκνων ἀεὶ τέκνοις
  9. μνήμην παραγγέλλοντας ὧν ἐκύρσατε.
  10. Ζεὺς δὲ ξυνίστωρ οἵ τʼ ἐν οὐρανῷ θεοὶ
  11. οἵων ὑφʼ ἡμῶν στείχετʼ ἠξιωμένοι.
Ἄδραστος
  1. Θησεῦ, ξύνισμεν πάνθʼ ὅσʼ Ἀργείαν χθόνα
  2. δέδρακας ἐσθλὰ δεομένην εὐεργετῶν,
  3. χάριν τʼ ἀγήρων ἕξομεν· γενναῖα γὰρ
  4. παθόντες ὑμᾶς ἀντιδρᾶν ὀφείλομεν.
Θησεύς
  1. τί δῆτʼ ἔθʼ ὑμῖν ἄλλʼ ὑπουργῆσαί με χρή;
Ἄδραστος
  1. χαῖρʼ· ἄξιος γὰρ καὶ σὺ καὶ πόλις σέθεν.
Θησεύς
  1. ἔσται τάδʼ· ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις.