The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς.
- τοῦτʼ αὐτὸ χρῄζω, πάντας Ἀργείους μαθεῖν.
- ἀλλʼ οὐδέ τοί σοι πείσομαι δρώσῃ τάδε.
- ὅμοιον· οὐ γὰρ μὴ κίχῃς μʼ ἑλὼν χερί.
- καὶ δὴ παρεῖται σῶμα — σοὶ μὲν οὐ φίλον,
- ἡμῖν δὲ καὶ τῷ συμπυρουμένῳ πόσει.
- ἰώ, γύναι, δεινὸν ἔργον ἐξειργάσω.
- ἀπωλόμην δύστηνος, Ἀργείων κόραι.
- ἒ ἔ, σχέτλια τάδε παθών,
- τὸ πάντολμον ἔργον ὄψῃ τάλας.
- οὐκ ἄν τινʼ εὕροιτʼ ἄλλον ἀθλιώτερον.
- ἰὼ τάλας·
- μετέλαχες τύχας Οἰδιπόδα, γέρον,
- μέρος καὶ σὺ καὶ πόλις ἐμὰ τλάμων.
- οἴμοι· τί δὴ βροτοῖσιν οὐκ ἔστιν τόδε,
- νέους δὶς εἶναι καὶ γέροντας αὖ πάλιν;
- ἀλλʼ ἐν δόμοις μὲν ἤν τι μὴ καλῶς ἔχῃ,
- γνώμαισιν ὑστέραισιν ἐξορθούμεθα,
- αἰῶνα δʼ οὐκ ἔξεστιν. εἰ δʼ ἦμεν νέοι
- δὶς καὶ γέροντες, εἴ τις ἐξημάρτανε,