The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὄρνις τις ὡσεὶ Καπανέως ὑπὲρ πυρᾶς
- δύστηνον αἰώρημα κουφίζω, πάτερ.
- τέκνον, τίς αὔρα; τίς στόλος; τίνος χάριν
- δόμων ὑπεκβᾶσʼ ἦλθες ἐς τήνδε χθόνα;
- ὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτων
- κλύων· ἀκοῦσαι δʼ οὔ σε βούλομαι, πάτερ.
- τί δʼ; οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι;
- κριτὴς ἂν εἴης οὐ σοφὸς γνώμης ἐμῆς.
- σκευῇ δὲ τῇδε τοῦ χάριν κοσμεῖς δέμας;
- θέλει τι κλεινὸν οὗτος ὁ στολμός, πάτερ.
- ὡς οὐκ ἐπʼ ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν.
- ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα.
- κἄπειτα τύμβῳ καὶ πυρᾷ φαίνῃ πέλας;
- ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι.
- νικῶσα νίκην τίνα; μαθεῖν χρῄζω σέθεν.
- πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος.
- ἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίᾳ;
- ἀρετῇ· πόσει γὰρ συνθανοῦσα κείσομαι.
- τί φῄς; τί τοῦτʼ αἴνιγμα σημαίνεις σαθρόν;
- ᾄσσω θανόντος Καπανέως τήνδʼ ἐς πυράν.