Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- κλαίοντʼ, ἐπισκήπτοντα παντοίους λόγους.
- ὦ δέσποτʼ, ὦ μέγιστον Ἕλλησιν φάος,
- πιθοῦ, παράσχες χεῖρα τῇ πρεσβύτιδι
- τιμωρόν, εἰ καὶ μηδέν ἐστιν, ἀλλʼ ὅμως.
- ἐσθλοῦ γὰρ ἀνδρὸς τῇ δίκῃ θʼ ὑπηρετεῖν
- καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί.
- δεινόν γε, θνητοῖς ὡς ἅπαντα συμπίτνει,
- καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν,
- φίλους τιθέντες τούς γε πολεμιωτάτους
- ἐχθρούς τε τοὺς πρὶν εὐμενεῖς ποιούμενοι.
- ἐγὼ σὲ καὶ σὸν παῖδα καὶ τύχας σέθεν,
- Ἑκάβη, διʼ οἴκτου χεῖρά θʼ ἱκεσίαν ἔχω,
- καὶ βούλομαι θεῶν θʼ οὕνεκʼ ἀνόσιον ξένον
- καὶ τοῦ δικαίου τήνδε σοι δοῦναι δίκην,
- εἴ πως φανείη γʼ ὥστε σοί τʼ ἔχειν καλῶς,
- στρατῷ τε μὴ δόξαιμι Κασάνδρας χάριν
- Θρῄκης ἄνακτι τόνδε βουλεῦσαι φόνον.
- ἔστιν γὰρ ᾗ ταραγμὸς ἐμπέπτωκέ μοι·
- — Τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός,