Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτʼ εἰσί μοι,
  2. αὕτη δʼ ἐπʼ αἰσχροῖς αἰχμάλωτος. οἴχομαι·
  3. καπνὸν δὲ πόλεως τόνδʼ ὑπερθρῴσκονθʼ ὁρῶ.
  4. καὶ μήν — ἴσως μὲν τοῦ λόγου κενὸν τόδε,
  5. Κύπριν προβάλλειν· ἀλλʼ ὅμως εἰρήσεται·
  6. πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεται
  7. ἡ φοιβάς, ἣν καλοῦσι Κασάνδραν Φρύγες.
  8. ποῦ τὰς φίλας δῆτʼ εὐφρόνας δείξεις, ἄναξ,
  9. ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων
  10. χάριν τίνʼ ἕξει παῖς ἐμή, κείνης δʼ ἐγώ;
  11. ἐκ τοῦ σκότου τε τῶν τε νυκτερησίων
  12. φίλτρων μεγίστη γίγνεται βροτοῖς χάρις.
  13. ἄκουε δή νυν· τὸν θανόντα τόνδʼ ὁρᾷς;
  14. τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθεν
  15. δράσεις. ἑνός μοι μῦθος ἐνδεὴς ἔτι.
  16. εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσι
  17. καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει
  18. ἢ Δαιδάλου τέχναισιν ἢ θεῶν τινος,
  19. ὡς πάνθʼ ὁμαρτῇ σῶν ἔχοιντο γουνάτων