Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- ὦ σχετλία σὺ τῶν ἀμετρήτων πόνων.
- ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶν.
- φεῦ φεῦ· τίς οὕτω δυστυχὴς ἔφυ γυνή;
- οὐκ ἔστιν, εἰ μὴ τὴν Τύχην αὐτὴν λέγοις.
- ἀλλʼ ὧνπερ οὕνεκʼ ἀμφὶ σὸν πίπτω γόνυ
- ἄκουσον. εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ,
- στέργοιμʼ ἄν· εἰ δὲ τοὔμπαλιν, σύ μοι γενοῦ
- τιμωρὸς ἀνδρός, ἀνοσιωτάτου ξένου,
- ὃς οὔτε τοὺς γῆς νέρθεν οὔτε τοὺς ἄνω
- δείσας δέδρακεν ἔργον ἀνοσιώτατον,
- κοινῆς τραπέζης πολλάκις τυχὼν ἐμοί,
- ξενίας τʼ ἀριθμῷ πρῶτʼ ἔχων ἐμῶν φίλων,
- τυχὼν δʼ ὅσων δεῖ — . καὶ λαβὼν προμηθίαν
- ἔκτεινε· τύμβου δʼ, εἰ κτανεῖν ἐβούλετο,
- οὐκ ἠξίωσεν, ἀλλʼ ἀφῆκε πόντιον.
- ἡμεῖς μὲν οὖν δοῦλοί τε κἀσθενεῖς ἴσως·
- ἀλλʼ οἱ θεοὶ σθένουσι χὡ κείνων κρατῶν
- Νόμος· νόμῳ γὰρ τοὺς θεοὺς ἡγούμεθα
- καὶ ζῶμεν ἄδικα καὶ δίκαιʼ ὡρισμένοι·