Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. οὐ καινὸν εἶπας, εἰδόσιν δʼ ὠνείδισας.
  2. ἀτὰρ τί νεκρὸν τόνδε μοι Πολυξένης
  3. ἥκεις κομίζουσʼ, ἧς ἀπηγγέλθη τάφος
  4. πάντων Ἀχαιῶν διὰ χερὸς σπουδὴν ἔχειν;
Θεράπαινα
  1. ἥδʼ οὐδὲν οἶδεν, ἀλλά μοι Πολυξένην
  2. θρηνεῖ, νέων δὲ πημάτων οὐχ ἅπτεται.
Ἑκάβη
  1. οἲ ʼγὼ τάλαινα· μῶν τὸ βακχεῖον κάρα
  2. τῆς θεσπιῳδοῦ δεῦρο Κασάνδρας φέρεις;
Θεράπαινα
  1. ζῶσαν λέλακας, τὸν θανόντα δʼ οὐ στένεις
  2. τόνδʼ· ἀλλʼ ἄθρησον σῶμα γυμνωθὲν νεκροῦ,
  3. εἴ σοι φανεῖται θαῦμα καὶ παρʼ ἐλπίδας.
Ἑκάβη
  1. οἴμοι, βλέπω δὴ παῖδʼ ἐμὸν τεθνηκότα,
  2. Πολύδωρον, ὅν μοι Θρῂξ ἔσῳζʼ οἴκοις ἀνήρ.
  3. ἀπωλόμην δύστηνος, οὐκέτʼ εἰμὶ δή.
  4. ὦ τέκνον τέκνον,
  5. αἰαῖ, κατάρχομαι γόων,
  6. βακχεῖον ἐξ ἀλάστορος
  7. ἀρτιμαθῆ νόμον.
Θεράπαινα
  1. ἔγνως γὰρ ἄτην παιδός, ὦ δύστηνε σύ;
Ἑκάβη
  1. ἄπιστʼ ἄπιστα, καινὰ καινὰ δέρκομαι.