Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. παῖδας ἀνὴρ βούτας,
Χορός
  1. ἐπὶ δορὶ καὶ φόνῳ καὶ ἐμῶν μελάθρων λώβᾳ·
  2. στένει δὲ καί τις ἀμφὶ τὸν εὔροον Εὐρώταν
  3. Λάκαινα πολυδάκρυτος ἐν δόμοις κόρα,
  4. πολιάν τʼ ἐπὶ κρᾶτα μάτηρ
  5. τέκνων θανόντων
  6. τίθεται χέρα δρύπτεται παρειάν,
  7. δίαιμον ὄνυχα τιθεμένα σπαραγμοῖς.
Θεράπαινα
  1. γυναῖκες, Ἑκάβη ποῦ ποθʼ ἡ παναθλία,
  2. ἡ πάντα νικῶσʼ ἄνδρα καὶ θῆλυν σπορὰν
  3. κακοῖσιν; οὐδεὶς στέφανον ἀνθαιρήσεται.
Χορός
  1. τί δʼ, ὦ τάλαινα σῆς κακογλώσσου βοῆς;
  2. ὡς οὔποθʼ εὕδει λυπρά σου κηρύγματα.
Θεράπαινα
  1. Ἑκάβῃ φέρω τόδʼ ἄλγος· ἐν κακοῖσι δὲ
  2. οὐ ῥᾴδιον βροτοῖσιν εὐφημεῖν στόμα.
Χορός
  1. καὶ μὴν περῶσα τυγχάνει δόμων ὕπερ
  2. ἥδʼ, ἐς δὲ καιρὸν σοῖσι φαίνεται λόγοις.
Θεράπαινα
  1. ὦ παντάλαινα κἄτι μᾶλλον ἢ λέγω,
  2. δέσποινʼ, ὄλωλας κοὐκέτʼ εἶ, βλέπουσα φῶς,
  3. ἄπαις ἄνανδρος ἄπολις ἐξεφθαρμένη.