Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. ὃ δʼ ἐν πολίταις τίμιος κεκλημένος.
  2. τὰ δʼ οὐδὲν ἄλλως, φροντίδων βουλεύματα
  3. γλώσσης τε κόμποι. κεῖνος ὀλβιώτατος,
  4. ὅτῳ κατʼ ἦμαρ τυγχάνει μηδὲν κακόν.
Χορός
  1. ἐμοὶ χρῆν συμφοράν,
  2. ἐμοὶ χρῆν πημονὰν γενέσθαι,
  3. Ἰδαίαν ὅτε πρῶτον ὕλαν
  4. Ἀλέξανδρος εἰλατίναν
  5. ἐτάμεθʼ, ἅλιον ἐπʼ οἶδμα ναυστολήσων
  6. Ἑλένας ἐπὶ λέκτρα, τὰν
  7. καλλίσταν ὁ χρυσοφαὴς
  8. Ἅλιος αὐγάζει.
Χορός
  1. πόνοι γὰρ καὶ πόνων
  2. ἀνάγκαι κρείσσονες κυκλοῦνται
  3. κοινὸν δʼ ἐξ ἰδίας ἀνοίας
  4. κακὸν τᾷ Σιμουντίδι γᾷ
  5. ὀλέθριον ἔμολε συμφορά τʼ ἀπʼ ἄλλων.
  6. ἐκρίθη δʼ ἔρις, ἃν ἐν Ἴ-
  7. δᾳ κρίνει τρισσὰς μακάρων
  8. παῖδας ἀνὴρ βούτας,