Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. μὴ θιγγάνειν μοι μηδένʼ, ἀλλʼ εἴργειν ὄχλον,
  2. τῆς παιδός. ἔν τοι μυρίῳ στρατεύματι
  3. ἀκόλαστος ὄχλος ναυτική τʼ ἀναρχία
  4. κρείσσων πυρός, κακὸς δʼ ὁ μή τι δρῶν κακόν.
  5. σὺ δʼ αὖ λαβοῦσα τεῦχος, ἀρχαία λάτρι,
  6. βάψασʼ ἔνεγκε δεῦρο ποντίας ἁλός,
  7. ὡς παῖδα λουτροῖς τοῖς πανυστάτοις ἐμήν,
  8. νύμφην τʼ ἄνυμφον παρθένον τʼ ἀπάρθενον,
  9. λούσω προθῶμαί θʼ — ὡς μὲν ἀξία, πόθεν;
  10. οὐκ ἂν δυναίμην· ὡς δʼ ἔχω — τί γὰρ πάθω; —
  11. κόσμον τʼ ἀγείρασʼ αἰχμαλωτίδων πάρα,
  12. αἵ μοι πάρεδροι τῶνδʼ ἔσω σκηνωμάτων
  13. ναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπότας
  14. λαθοῦσʼ ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων.
  15. ὦ σχήματʼ οἴκων, ὦ ποτʼ εὐτυχεῖς δόμοι,
  16. ὦ πλεῖστʼ ἔχων κάλλιστά τʼ, εὐτεκνώτατε
  17. Πρίαμε, γεραιά θʼ ἥδʼ ἐγὼ μήτηρ τέκνων,
  18. ὡς ἐς τὸ μηδὲν ἥκομεν, φρονήματος
  19. τοῦ πρὶν στερέντες. εἶτα δῆτʼ ὀγκούμεθα,
  20. ὃ μέν τις ἡμῶν πλουσίοις ἐν δώμασιν,