Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. δείσας ὑπεξέπεμψε Τρωικῆς χθονὸς
  2. Πολυμήστορος πρὸς δῶμα Θρῃκίου ξένου,
  3. ὃς τήνδʼ ἀρίστην Χερσονησίαν πλάκα
  4. σπείρει, φίλιππον λαὸν εὐθύνων δορί.
  5. πολὺν δὲ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει λάθρᾳ
  6. πατήρ, ἵνʼ, εἴ ποτʼ Ἰλίου τείχη πέσοι,
  7. τοῖς ζῶσιν εἴη παισὶ μὴ σπάνις βίου.
  8. νεώτατος δʼ ἦ Πριαμιδῶν, ὃ καί με γῆς
  9. ὑπεξέπεμψεν· οὔτε γὰρ φέρειν ὅπλα
  10. οὔτʼ ἔγχος οἷός τʼ ἦ νέῳ βραχίονι.
  11. ἕως μὲν οὖν γῆς ὄρθʼ ἔκειθʼ ὁρίσματα
  12. πύργοι τʼ ἄθραυστοι Τρωικῆς ἦσαν χθονὸς
  13. Ἕκτωρ τʼ ἀδελφὸς οὑμὸς εὐτύχει δορί,
  14. καλῶς παρʼ ἀνδρὶ Θρῃκὶ πατρῴῳ ξένῳ
  15. τροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην, τάλας·
  16. ἐπεὶ δὲ Τροία θʼ Ἕκτορός τʼ ἀπόλλυται
  17. ψυχή, πατρῴα θʼ ἑστία κατεσκάφη,
  18. αὐτὸς δὲ βωμῷ πρὸς θεοδμήτῳ πίτνει
  19. σφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου,