Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. κτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάριν
  2. ξένος πατρῷος καὶ κτανὼν ἐς οἶδμʼ ἁλὸς
  3. μεθῆχʼ, ἵνʼ αὐτὸς χρυσὸν ἐν δόμοις ἔχῃ.
  4. κεῖμαι δʼ ἐπʼ ἀκταῖς, ἄλλοτʼ ἐν πόντου σάλῳ,
  5. πολλοῖς διαύλοις κυμάτων φορούμενος,
  6. ἄκλαυτος ἄταφος· νῦν δʼ ὑπὲρ μητρὸς φίλης
  7. Ἑκάβης ἀίσσω, σῶμʼ ἐρημώσας ἐμόν,
  8. τριταῖον ἤδη φέγγος αἰωρούμενος,
  9. ὅσονπερ ἐν γῇ τῇδε Χερσονησίᾳ
  10. μήτηρ ἐμὴ δύστηνος ἐκ Τροίας πάρα.
  11. πάντες δʼ Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοι
  12. θάσσουσʼ ἐπʼ ἀκταῖς τῆσδε Θρῃκίας χθονός·
  13. ὁ Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶς
  14. κατέσχʼ Ἀχιλλεὺς πᾶν στράτευμʼ Ἑλληνικόν,
  15. πρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην·
  16. αἰτεῖ δʼ ἀδελφὴν τὴν ἐμὴν Πολυξένην
  17. τύμβῳ φίλον πρόσφαγμα καὶ γέρας λαβεῖν.
  18. καὶ τεύξεται τοῦδʼ, οὐδʼ ἀδώρητος φίλων
  19. ἔσται πρὸς ἀνδρῶν· ἡ πεπρωμένη δʼ ἄγει