Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. ἔστησʼ ἐπʼ ἄκρου χώματος, πέλας δʼ ἐγώ·
  2. λεκτοί τʼ Ἀχαιῶν ἔκκριτοι νεανίαι,
  3. σκίρτημα μόσχου σῆς καθέξοντες χεροῖν,
  4. ἕσποντο. πλῆρες δʼ ἐν χεροῖν λαβὼν δέπας
  5. πάγχρυσον αἴρει χειρὶ παῖς Ἀχιλλέως
  6. χοὰς θανόντι πατρί· σημαίνει δέ μοι
  7. σιγὴν Ἀχαιῶν παντὶ κηρῦξαι στρατῷ.
  8. κἀγὼ καταστὰς εἶπον ἐν μέσοις τάδε·
  9. Σιγᾶτʼ, Ἀχαιοί, σῖγα πᾶς ἔστω λεώς,
  10. σίγα σιώπα· νήνεμον δʼ ἔστησʼ ὄχλον.
  11. ὃ δʼ εἶπεν· Ὦ παῖ Πηλέως, πατὴρ δʼ ἐμός,
  12. δέξαι χοάς μοι τάσδε κηλητηρίους,
  13. νεκρῶν ἀγωγούς· ἐλθὲ δʼ, ὡς πίῃς μέλαν
  14. κόρης ἀκραιφνὲς αἷμʼ, ὅ σοι δωρούμεθα
  15. στρατός τε κἀγώ· πρευμενὴς δʼ ἡμῖν γενοῦ
  16. λῦσαί τε πρύμνας καὶ χαλινωτήρια
  17. νεῶν δὸς ἡμῖν πρευμενοῦς τʼ ἀπʼ Ἰλίου
  18. νόστου τυχόντας πάντας ἐς πάτραν μολεῖν.
  19. τοσαῦτʼ ἔλεξε, πᾶς δʼ ἐπηύξατο στρατός.
  20. εἶτʼ ἀμφίχρυσον φάσγανον κώπης λαβὼν