Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. Ἀγαμέμνονος πέμψαντος, ὦ γύναι, μέτα.
Ἑκάβη
  1. ὦ φίλτατʼ, ἆρα κἄμʼ ἐπισφάξαι τάφῳ
  2. δοκοῦν Ἀχαιοῖς ἦλθες; ὡς φίλʼ ἂν λέγοις.
  3. σπεύδωμεν, ἐγκονῶμεν· ἡγοῦ μοι, γέρον.
Ταλθύβιος
  1. σὴν παῖδα κατθανοῦσαν ὡς θάψῃς, γύναι,
  2. ἥκω μεταστείχων σε· πέμπουσιν δέ με
  3. δισσοί τʼ Ἀτρεῖδαι καὶ λεὼς Ἀχαιικός.
Ἑκάβη
  1. οἴμοι, τί λέξεις; οὐκ ἄρʼ ὡς θανουμένους
  2. μετῆλθες ἡμᾶς, ἀλλὰ σημανῶν κακά;
  3. ὄλωλας, ὦ παῖ, μητρὸς ἁρπασθεῖσʼ ἄπο·
  4. ἡμεῖς δʼ ἄτεκνοι τοὐπὶ σʼ· ὦ τάλαινʼ ἐγώ.
  5. πῶς καί νιν ἐξεπράξατʼ; ἆρʼ αἰδούμενοι;
  6. ἢ πρὸς τὸ δεινὸν ἤλθεθʼ ὡς ἐχθράν, γέρον,
  7. κτείνοντες; εἰπέ, καίπερ οὐ λέξων φίλα.
Ταλθύβιος
  1. διπλᾶ με χρῄζεις δάκρυα κερδᾶναι, γύναι,
  2. σῆς παιδὸς οἴκτῳ· νῦν τε γὰρ λέγων κακὰ
  3. τέγξω τόδʼ ὄμμα, πρὸς τάφῳ θʼ ὅτʼ ὤλλυτο.
  4. παρῆν μὲν ὄχλος πᾶς Ἀχαιικοῦ στρατοῦ
  5. πλήρης πρὸ τύμβου σῆς κόρης ἐπὶ σφαγάς·
  6. λαβὼν δʼ Ἀχιλλέως παῖς Πολυξένην χερὸς