Hecuba
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)
- φροῦδοι παῖδες.
- ποίαν ἢ ταύταν ἢ κείναν
- στείχω; ποῖ δʼ ἥσω; ποῦ τις θεῶν
- ἢ δαιμόνων ἐπαρωγός;
- ὦ κάκʼ ἐνεγκοῦσαι,
- Τρῳάδες ὦ κάκʼ ἐνεγκοῦσαι
- πήματʼ, ἀπωλέσατʼ ὠλέσατʼ· οὐκέτι μοι βίος
- ἀγαστὸς ἐν φάει.
- ὦ τλάμων ἅγησαί μοι πούς,
- ἅγησαι τᾷ γηραιᾷ
- πρὸς τάνδʼ αὐλάν· ὦ τέκνον, ὦ παῖ,
- δυστανοτάτας ματέρος — ἔξελθʼ ἔξελθʼ
- οἴκων — ἄιε ματέρος αὐδάν.
- ὦ τέκνον ὡς εἰδῇς οἵαν οἵαν
- ἀίω φάμαν περὶ σᾶς ψυχᾶς.
- ἰώ·
- μᾶτερ μᾶτερ τί βοᾷς; τί νέον
- καρύξασʼ οἴκων μʼ ὥστʼ ὄρνιν
- θάμβει τῷδʼ ἐξέπταξας;