Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶν
  2. ἔκ τε γεραιᾶς χερὸς ὁρμήσων.
  3. ἀλλʼ ἴθι ναούς, ἴθι πρὸς βωμούς,
  4. ἵζʼ Ἀγαμέμνονος ἱκέτις γονάτων,
  5. κήρυσσε θεοὺς τούς τʼ οὐρανίδας
  6. τούς θʼ ὑπὸ γαῖαν.
  7. ἢ γάρ σε λιταὶ διακωλύσουσʼ
  8. ὀρφανὸν εἶναι παιδὸς μελέας,
  9. ἢ δεῖ σʼ ἐπιδεῖν τύμβου προπετῆ
  10. φοινισσομένην αἵματι παρθένον
  11. ἐκ χρυσοφόρου
  12. δειρῆς νασμῷ μελαναυγεῖ.
Ἑκάβη
  1. οἲ ἐγὼ μελέα, τί ποτʼ ἀπύσω;
  2. ποίαν ἀχώ, ποῖον ὀδυρμόν,
  3. δειλαία δειλαίου γήρως,
  4. δουλείας τᾶς οὐ τλατᾶς,
  5. τᾶς οὐ φερτᾶς; οἴμοι.
  6. τίς ἀμύνει μοι; ποία γέννα,
  7. ποία δὲ πόλις; φροῦδος πρέσβυς,