Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. μῶν ναυστολήσῃ γῆς ὅρους Ἑλληνίδος;
Πολυμήστωρ
  1. κρύψῃ μὲν οὖν πεσοῦσαν ἐκ καρχησίων.
Ἑκάβη
  1. πρὸς τοῦ βιαίων τυγχάνουσαν ἁλμάτων;
Πολυμήστωρ
  1. αὐτὴ πρὸς ἱστὸν ναὸς ἀμβήσῃ ποδί.
Ἑκάβη
  1. ὑποπτέροις νώτοισιν ἢ ποίῳ τρόπῳ;
Πολυμήστωρ
  1. κύων γενήσῃ πύρσʼ ἔχουσα δέργματα.
Ἑκάβη
  1. πῶς δʼ οἶσθα μορφῆς τῆς ἐμῆς μετάστασιν;
Πολυμήστωρ
  1. ὁ Θρῃξὶ μάντις εἶπε Διόνυσος τάδε.
Ἑκάβη
  1. σοὶ δʼ οὐκ ἔχρησεν οὐδὲν ὧν ἔχεις κακῶν;
Πολυμήστωρ
  1. οὐ γάρ ποτʼ ἂν σύ μʼ εἷλες ὧδε σὺν δόλῳ.
Ἑκάβη
  1. θανοῦσα δʼ ἢ ζῶσʼ ἐνθάδʼ ἐκπλήσω βίον;
Πολυμήστωρ
  1. θανοῦσα· τύμβῳ δʼ ὄνομα σῷ κεκλήσεται —
Ἑκάβη
  1. μορφῆς ἐπῳδόν, ἢ τί, τῆς ἐμῆς ἐρεῖς;
Πολυμήστωρ
  1. κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ.
Ἑκάβη
  1. οὐδὲν μέλει μοι σοῦ γέ μοι δόντος δίκην.
Πολυμήστωρ
  1. καὶ σήν γʼ ἀνάγκη παῖδα Κασάνδραν θανεῖν.
Ἑκάβη
  1. ἀπέπτυσʼ· αὐτῷ ταῦτα σοὶ δίδωμʼ ἔχειν.
Πολυμήστωρ
  1. κτενεῖ νιν ἡ τοῦδʼ ἄλοχος, οἰκουρὸς πικρά.
Ἑκάβη
  1. μήπω μανείη Τυνδαρὶς τοσόνδε παῖς.
Πολυμήστωρ
  1. καὐτόν γε τοῦτον, πέλεκυν ἐξάρασʼ ἄνω.