Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. οὗτος σύ, μαίνῃ καὶ κακῶν ἐρᾷς τυχεῖν;
Πολυμήστωρ
  1. κτεῖνʼ, ὡς ἐν Ἄργει φόνια λουτρά σʼ ἀμμένει.
Ἀγαμέμνων
  1. οὐχ ἕλξετʼ αὐτόν, δμῶες, ἐκποδὼν βίᾳ;
Πολυμήστωρ
  1. ἀλγεῖς ἀκούων;
Ἀγαμέμνων
  1. οὐκ ἐφέξετε στόμα;
Πολυμήστωρ
  1. ἐγκλῄετʼ· εἴρηται γάρ.
Ἀγαμέμνων
  1. οὐχ ὅσον τάχος
  2. νήσων ἐρήμων αὐτὸν ἐκβαλεῖτέ που,
  3. ἐπείπερ οὕτω καὶ λίαν θρασυστομεῖ;
  4. Ἑκάβη, σὺ δʼ, ὦ τάλαινα, διπτύχους νεκροὺς
  5. στείχουσα θάπτε· δεσποτῶν δʼ ὑμᾶς χρεὼν
  6. σκηναῖς πελάζειν, Τρῳάδες· καὶ γὰρ πνοὰς
  7. πρὸς οἶκον ἤδη τάσδε πομπίμους ὁρῶ.
  8. εὖ δʼ ἐς πάτραν πλεύσαιμεν, εὖ δὲ τἀν δόμοις
  9. ἔχοντʼ ἴδοιμεν τῶνδʼ ἀφειμένοι πόνων.
Χορός
  1. ἴτε πρὸς λιμένας σκηνάς τε, φίλαι,
  2. τῶν δεσποσύνων πειρασόμεναι
  3. μόχθων· στερρὰ γὰρ ἀνάγκη.