Hecuba

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902. (Reprinted 1906-1974)

  1. θυμῷ ῥέοντι Θρῃκὶ δυσμαχωτάτῳ.
Πολυμήστωρ
  1. ὤμοι ἐγώ, πᾷ βῶ,
  2. πᾷ στῶ, πᾷ κέλσω;
  3. τετράποδος βάσιν θηρὸς ὀρεστέρου
  4. τιθέμενος ἐπίχειρα κατʼ ἴχνος; ποίαν
  5. ἢ ταύταν ἢ τάνδʼ ἐξαλλάξω, τὰς
  6. ἀνδροφόνους μάρψαι χρῄζων Ἰλιάδας,
  7. αἵ με διώλεσαν;
  8. τάλαιναι κόραι τάλαιναι Φρυγῶν,
  9. ὦ κατάρατοι,
  10. ποῖ καί με φυγᾷ πτώσσουσι μυχῶν;
  11. εἴθε μοι ὀμμάτων αἱματόεν βλέφαρον
  12. ἀκέσαιʼ ἀκέσαιο τυφλόν, Ἅλιε,
  13. φέγγος ἐπαλλάξας.
  14. ἆ ἆ,
  15. σίγα· κρυπτὰν βάσιν αἰσθάνομαι
  16. τάνδε γυναικῶν. πᾷ πόδʼ ἐπᾴξας
  17. σαρκῶν ὀστέων τʼ ἐμπλησθῶ,
  18. θοίναν ἀγρίων θηρῶν τιθέμενος,
  19. ἀρνύμενος λώβαν