Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν.
Ὀρέστης
  1. κακόν γ’ ἔλεξας, ἄνδρα δίσσ’ ἔχειν λέχη.
Ἑρμιόνη
  1. τοιαῦτα ταῦτα. κᾆτ’ ἔγωγ’ ἠμυνάμην.
Ὀρέστης
  1. μῶν εἰς γυναῖκ’ ἔρραψας οἷα δὴ γυνή;
Ἑρμιόνη
  1. φόνον γ’ ἐκείνῃ καὶ τέκνῳ νοθαγενεῖ.
Ὀρέστης
  1. κἄκτεινας, ἤ τις συμφορά σ’ ἀφείλετο;
Ἑρμιόνη
  1. γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων.
Ὀρέστης
  1. σοὶ δ’ ἦν τις ὅστις τοῦδ’ ἐκοινώνει φόνου;