Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ὦ Φοῖβ’ ἀκέστορ, πημάτων δοίης λύσιν.
- τί χρῆμα; πρὸς θεῶν ἢ βροτῶν πάσχεις κακά;
- τὰ μὲν πρὸς ἡμῶν, τὰ δὲ πρὸς ἀνδρὸς ὅς μ’ ἔχει,
- τὰ δ’ ἐκ θεῶν του· πανταχῇ δ’ ὀλώλαμεν.
- τίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πω
- παίδων γυναικὶ συμφορὰ πλὴν εἰς λέχος;
- τοῦτ’ αὐτὸ καὶ νοσοῦμεν· εὖ μ’ ὑπηγάγου.
- ἄλλην τιν’ εὐνὴν ἀντὶ σοῦ στέργει πόσις;