Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. πάροιθε τῶνδε, μή τιν’ αἰσχύνην λάβῃς,
  2. πρόσθεν μελάθρων τῶνδ’ ὁρωμένη, τέκνον.
Χορός
  1. καὶ μὴν ὅδ’ ἀλλόχρως τις ἔκδημος ξένος
  2. σπουδῇ πρὸς ἡμᾶς βημάτων πορεύεται.
Ὀρέστης
  1. ξέναι γυναῖκες, ἦ τάδ’ ἔστ’ Ἀχιλλέως
  2. παιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι;
Χορός
  1. ἔγνως· ἀτὰρ δὴ τίς σὺ πυνθάνῃ τάδε;
Ὀρέστης
  1. Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τόκος,