Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οὐχ ὧδε κῆδος σὸν διώσεται πόσις
  2. φαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις.
  3. οὐ γάρ τί σ’ αἰχμάλωτον ἐκ Τροίας ἔχει,
  4. ἀλλ’ ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼν
  5. ἕδνοισι, πόλεώς τ’ οὐ μέσως εὐδαίμονος.
  6. πατὴρ δέ σ’ οὐχ ὧδ’ ὡς σὺ δειμαίνεις, τέκνον,
  7. προδοὺς ἐάσει δωμάτων τῶνδ’ ἐκπεσεῖν.
  8. ἀλλ’ εἴσιθ’ εἴσω μηδὲ φαντάζου δόμων