Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἡγοῦ, τέκνον μοι, δεῦρ’ ὑπ’ ἀγκάλαις σταθείς,
- σύ τ’, ὦ τάλαινα· χείματος γὰρ ἀγρίου
- τυχοῦσα λιμένας ἦλθες εἰς εὐηνέμους.
- ὦ πρέσβυ, θεοί σοι δοῖεν εὖ καὶ τοῖσι σοῖς,
- σῴσαντι παῖδα κἀμὲ τὴν δυσδαίμονα.
- ὅρα δὲ μὴ νῷν εἰς ἐρημίαν ὁδοῦ
- πτήξαντες οἵδε πρὸς βίαν ἄγωσί με,
- γέροντα μὲν σ’ ὁρῶντες, ἀσθενῆ δ’ ἐμὲ