Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- γαμβροὺς διδάξω καὶ διδάξομαι λόγους.
- κἂν μὲν κολάζῃ τήνδε καὶ τὸ λοιπὸν ᾖ
- σώφρων καθ’ ἡμᾶς, σώφρον’ ἀντιλήψεται·
- θυμούμενος δὲ τεύξεται θυμουμένων,
- ἔργοισι δ’ ἔργα διάδοχ’ ἀντιλήψεται.
- τοὺς σοὺς δὲ μύθους ῥᾳδίως ἐγὼ φέρω·
- σκιὰ γὰρ ἀντίστοιχος ὣς φωνὴν ἔχεις,
- ἀδύνατος, οὐδὲν ἄλλο πλὴν λέγειν μόνον.