Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἥσσω νομίζειν Πηλέως ἐχθρόν ποτε,
  2. εἰ μὴ φθερῇ τῆσδ’ ὡς τάχιστ’ ἀπὸ στέγης
  3. καὶ παῖς ἄτεκνος, ἣν ὅ γ’ ἐξ ἡμῶν γεγὼς
  4. ἐλᾷ δι’ οἴκων τῶνδ’ ἐπισπάσας κόμης·
  5. ἣ στερρὸς οὖσα μόσχος οὐκ ἀνέξεται
  6. τίκτοντας ἄλλους, οὐκ ἔχουσ’ αὐτὴ τέκνα.
  7. ἀλλ’, εἰ τὸ κείνης δυστυχεῖ παίδων πέρι,
  8. ἄπαιδας ἡμᾶς δεῖ καταστῆναι τέκνων;