Andromache
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- σεμνοὶ δ’ ἐν ἀρχαῖς ἥμενοι κατὰ πτόλιν
- φρονοῦσι δήμου μεῖζον, ὄντες οὐδένες·
- οἱ δ’ εἰσὶν αὐτῶν μυρίῳ σοφώτεροι,
- εἰ τόλμα προσγένοιτο βούλησίς θ’ ἅμα.
- ὡς καὶ σὺ σός τ’ ἀδελφὸς ἐξωγκωμένοι
- Τροίᾳ κάθησθε τῇ τ’ ἐκεῖ στρατηγίᾳ,
- μόχθοισιν ἄλλων καὶ πόνοις ἐπηρμένοι.
- δείξω δ’ ἐγώ σοι μὴ τὸν Ἰδαῖον Πάριν