Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. κἀγὼ μὲν ηὔδων τῷ γαμοῦντι μήτε σοὶ
  2. κῆδος ξυνάψαι μήτε δώμασιν λαβεῖν
  3. κακῆς γυναικὸς πῶλον· ἐκφέρουσι γὰρ
  4. μητρῷ’ ὀνείδη. τοῦτο καὶ σκοπεῖτέ μοι,
  5. μνηστῆρες, ἐσθλῆς θυγατέρ’ ἐκ μητρὸς λαβεῖν.
  6. πρὸς τοῖσδε δ’ εἰς ἀδελφὸν οἷ’ ἐφύβρισας,
  7. σφάξαι κελεύσας θυγατέρ’ εὐηθέστατα;
  8. οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτ’ ἔχῃς.