Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ψυχὰς δὲ πολλὰς κἀγαθὰς ἀπώλεσας,
  2. παίδων τ’ ἄπαιδας γραῦς ἔθηκας ἐν δόμοις,
  3. πολιούς τ’ ἀφείλου πατέρας εὐγενῆ τέκνα.
  4. ὧν εἷς ἐγὼ δύστηνος· αὐθέντην δὲ σὲ
  5. μιάστορ’ ὥς τιν’ εἰσδέδορκ’ Ἀχιλλέως.
  6. ὃς οὐδὲ τρωθεὶς ἦλθες ἐκ Τροίας μόνος,
  7. κάλλιστα τεύχη δ’ ἐν καλοῖσι σάγμασιν
  8. ὅμοι’ ἐκεῖσε δεῦρό τ’ ἤγαγες πάλιν.