Andromache

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ τῆσδε πολλῷ κυριώτερος γεγώς.
Πηλεύς
  1. πῶς; ἦ τὸν ἀμὸν οἶκον οἰκήσεις μολὼν
  2. δεῦρ’; οὐχ ἅλις σοι τῶν κατὰ Σπάρτην κρατεῖν;
Μενέλαος
  1. εἷλόν νιν αἰχμάλωτον ἐκ Τροίας ἐγώ.
Πηλεύς
  1. οὑμὸς δέ γ’ αὐτὴν ἔλαβε παῖς παιδὸς γέρας.
Μενέλαος
  1. οὔκουν ἐκείνου τἀμὰ τἀκείνου τ’ ἐμά;
Πηλεύς
  1. ναί,
  2. δρᾶν εὖ, κακῶς δ’ οὔ, μηδ’ ἀποκτείνειν βίᾳ.